Ὁ ἐπωνύμως κληθεὶς τῆς βασιλείας, ὅτε τὸ βασίλειον σὺ Ἱεράτευμα, τό του Χριστοῦ ἔθνος ἅγιον, φιλοσοφίᾳ, καὶ ἐπιστήμη Πάτερ ἐποίμανας, τότε διαδήματι, σὲ κατεκόσμησε, τῆς βασιλείας Βασίλειε, βασιλευόντων, ὁ βασιλεύων καὶ πάντων Κύριος, ὁ τῷ τεκόντι συννοούμενος ἀϊδίως Υἱὸς καὶ συνάναρχος· ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Ἱεραρχίας στολαῖς ἠγλαϊσμένος, χαίρων ἀνεκήρυξας τὸ Εὐαγγέλιον, τῆς βασιλείας Βασίλειε, ὀρθοδοξίας, τῇ Ἐκκλησίᾳ βλύσας διδάγματα, οἷς νῦν φωτιζόμενοι, μίαν Θεότητα, τὴν ἐν Πατρὶ παντοκράτορι, μονογενεῖ τε, τοῦ Θεοῦ Λόγῳ καὶ θείῳ Πνεύματι, θεολογοῦμεν καὶ δοξάζομεν, ἐν Προσώποις Τρισὶν ἀδιαίρετον, ἣν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Ὁ οὐρανίαις συνὼν χοροστασίαις, καὶ συναυλιζόμενος Πάτερ Βασίλειε, ὧν καὶ τὸν βίον ἐζήλωσας, τῇ λαμπροτάτῃ, εἰλικρινείᾳ τῆς πολιτείας σου, ἔτι μετὰ σώματος ἀναστρεφόμενος, τοῖς ἐπὶ γῆς ὥς τις ἄσαρκος· τοὺς ἐντρυφῶντας, τῆς θεοπνεύστου διδασκαλίας σου, ἐκ τῶν κινδύνων, καὶ τοῦ σκότους τῆς ἀγνωσίας, Χριστὸν τὸν Θεὸν ἡμῶν, καθικέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Σοφίας ἐραστὴς γενόμενος Ὅσιε, καὶ πάντων τῶν ὄντων, τὴν πρὸς Θεὸν προκρίνας συμβίωσιν, μελέτην θανάτου, εἰκότως τῷ βίῳ κατέλιπες· τὰ γὰρ σαρκὸς πάθη, ἐγκρατείας πόνοις, σεαυτῷ περιελόμενος, καὶ θείου μελέτῃ Νόμου, ἀδούλωτον τῆς ψυχῆς τηρήσας τὸ ἀξίωμα, ἀρετῆς περιουσίᾳ, ὅλον τῆς σαρκὸς τὸ φρόνημα, καθυπέταξας τῷ πνεύματι· διὸ σάρκα μισήσας, καὶ κόσμον καὶ κοσμοκράτορα, παριστάμενος τῷ Χριστῷ, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.