Ἵστασο οἷὰ περ ἀμνός, πρὸς σφαγὴν ἐθελουσίως προκείμενος, τοῖς ἀναιροῦσί σε, πικροῖς διώκταις μάρτυς Νεόφυτε· καὶ κεντηθείς σου τὴν πλευρὰν λόγχῃ τὸ μακάριον, τέλος ἀπήλειφας· Ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε.
Ὡς θῦμα ὡς περικαλές, ἱερεῖον ὡς σεπτὸν καλλιέρημα, ὥσπερ ἀνάθημα, ναοῦ ἁγίου ὡς καθαρὰ προσφορά, ὥσπερ στρουθίον ἐκλεκτόν, ὡς μόσχος πολύτιμος, ὡς, νέον μάκαρ φυτόν, Παραδείσου, τῷ Θεῷ προσενήνεξαι.
Σύμμορφος γέγονας παθῶν, τοῦ παθόντος δι’ ἡμᾶς ἀγαθότητι, καὶ τῇ ἰσότητι, τῆς λόγχης Μάρτυς ὄντως δεδόξασαι, καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, νίκης διαδήματι, καλλωπιζόμενος, καὶ χαρᾶς ἀδιαδόχου πληρούμενος.
Ἡ μνήμη ἡ πλησιφαής, καὶ πανένδοξος τῆς σῆς ἐναθλήσεως, Μάρτυς ἀνέτειλεν, ἡλίου πλέον περιαυγάζουσα, τὰς διανοίας τῶν πιστῶν, ἐν ᾗ δυσωποῦμέν σε, σκότους παντοίων παθῶν, καὶ κινδύνων χαλεπῶν ἡμᾶς λύτρωσαι.