«Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».
Ἔτι σου ὡς Ἄβελ, τὸ αἷμα καὶ εἰς αἰῶνας, τὰ θεόπνευστα δόγματα, φωνῇ διαπρυσίῳ, τῇ Χριστοῦ Ἐκκλησίᾳ κηρύττει, Μάξιμε παμμάκαρ καὶ παμμέγιστε.
Τέτμηται ἡ χεὶρ μέν, γράφει δὲ θείῳ δακτύλῳ, ὡς καλάμῳ καὶ μέλανι, τῇ τετμημένῇ γλώττῃ, καὶ τῷ σῷ αἵματι τῶ τιμίῳ, Πίστιν ἐν καρδίαις τὴν Ὀρθόδοξον.
ᾌδεται ἐν κόσμῳ, ἡ ἔνθεος παρρησία, καὶ τὸ πῦρ τὸ ἐγκάρδιον, τῆς ἐνθέου ἀγάπης, δι’ ἣν Ὅσιε τὴν τοῦ αἵματος χύσιν, Μάξιμε ὑπέστης προθυμότατα.
Ἵστασαι πρὸ θείου βήματος μετὰ Μαρτύρων, οἷς τοῦ ζήλου τῆς πίστεως, ἐκοινώνησας Πάτερ, καὶ ἡμᾶς οἰκειῶν τῷ Δεσπότῃ, καὶ σοῦ μιμητὰς ἀπεργαζόμενος.