Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· πρὸς τὴν σὴν γὰρ δόξαν ἀντοφθαλμῆσαι τὰ Χερουβὶμ οὐ δύνανται, οὐδὲ ἀτενίσαι τὰ Σεραφίμ· ἀλλὰ φόβῳ παριστάμενα, τὰ μὲν βαστάζουσι, τὰ δὲ δοξάζουσι τὴν δύναμίν σου. Μεθ᾽ ὧν οἰκτίρμον, ἀναγγέλλομεν τὴν αἴνεσίν σου λέγοντες· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.
Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, Βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου, ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι.
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν. Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.