Παρασκευή 6 Ιανουαρίου 2012

ΜΕΓΑΣ ΕΙ, ΚΥΡΙΕ

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (ἐκ γ'). Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις. Σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ ἐντυγχάνει τὰ ἄστρα, σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι, σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέρριν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας· Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν· οἱ τῶν, Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι· τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτονται. Σὺ γὰρ Θεὸς ὤν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δεσπότα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ᾽ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν, τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γὰρ ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ Πανάγιον σοῦ Πνεῦμα, καὶ τάς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (ἐκ γ΄ ). Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωμένον, ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων· Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ διαρρήξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾽ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἡλίου, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ. Αὐτὸς καὶ νῦν, Δεσπότα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. (ἐκ γ') Δὸς πᾶσι, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν. (ἐκ γ΄) Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγματος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι᾽ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος. Ἵνα καὶ διὰ στοιχείων, καὶ διὰ Ἀγγέλων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωμένων, καὶ διὰ ἀοράτων, δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.