Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 23 Δεκεμβρίου 2011

ΤΟ ΠΡΟΟΡΙΣΘΕΝ, ΤΩ ΠΑΤΡΙ ΠΡΟ ΤΩΝ ΑΙΩΝΩΝ


Τὸ προορισθέν, τῷ Πατρὶ πρὸ τῶν αἰώνων, καὶ προκηρυχθέν, τοῖς Προφήταις ἐπ' ἐσχάτων. Μυστήριον ἐφάνη, καὶ Θεὸς ἐνηνθρώπησε, σὰρκα προσλαβὼν ἐκ τῆς Παρθένου, κτίζεται ὁ Ἄκτιστος βουλήσει· ὁ Ὢν γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Ὑμνῶ σε Βασιλεῦ, τὸν σπαργάνοις εἱληθέντα· λύεις γὰρ σειράς, τῶν ἐμῶν παραπτωμάτων· καὶ δόξῃ ἀκηράτῳ, καὶ ἀφθάρτῳ τιμήσας με, ὅλον τῷ Πατρὶ προσῳκειώσω, δημιουργῶν καὶ ἀναπλάττων· διὸ κράζομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Φῶς τὸ ἐκ φωτός, προϊὸν καὶ ἐκ Παρθένου, λάμψαν τοῖς ἐν γῇ, δι' Ἀστέρος κατιδόντες, οἱ Ἀστρολόγοι Μάγοι, Περσικὸν ἀπετίθεντο, σκότος καὶ ἀστρῷαν πᾶσαν πλάνην, καὶ ἐν χαρᾷ τῷ γεννηθέντι, Θεῷ ἔψαλλον· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Χλόην ἐμμανῶς, τῶν Νηπίων ἐκθερίζει, ὑπὸ τῶν σοφῶν, ἐμπαιχθεὶς Ἡρῴδης Μάγων· καὶ χεῖρα μιαιφόνον, κατὰ σοῦ αἴρειν ᾤετο· ἀλλ' ἐπιδημεῖς τοῖς Αἰγυπτίοις, σκότος τὸ βαθύτατον διώκων, μεθ' ὧν ψάλλομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Ψάλλων ὁ καινός, Ἰσραὴλ τὸ καινὸν ᾄσμα, ᾄδων, τὴν ᾠδήν, τὴν οὐράνιον ἐκείνην, εὐφράνθητι καὶ τέρπου, καὶ ἀγάλλου καὶ χόρευε· ἄγε δὴ φαιδρῶς τὰς Ἑορτάς σου, ὁ ἐκ Θαιμὰν Θεὸς σαρκὶ ἐφάνη, αὐτὸς μέλλει δέ, ἐν Ἰορδάνου ταῖς ῥοαῖς, ὡς ἄνθρωπος λούσεσθαι.