Ἴδετε ὃν προέγραψε Μωσῆς, Ἰησοῦν Μεσσίαν ἐν τῷ νόμῳ ἐλεύσεσθαι, ἐπὶ τῆς γῆς θεαθέντα, δι' εὐσπλαγχνίαν κἀμοὶ προσομιλήσαντα ὡς βροτὸν ἐν τῷ φρέατι, ὄντως οὗτος ὑπάρχει ὁ Χριστός, ὁ ἐν κόσμῳ ἐρχόμενος, τοῖς ἐν τῇ Σιχὰρ Σαμαρεῖτις ὤφθη λέγουσα.
Στόματος ἐξ ἡδέος γυναικός, ὕδατος ποσίμου γλυκεροῦ ἀναβλύζοντος, οἱ ἐν τῇ πόλει πιόντες, καὶ πρὸς τὸ φρέαρ τὸ ῥέον τὴν δαψίλειαν, τὴν τοῦ νάματος, ἔσπευδον ἀναχθῆναι τὸ τάχος, καὶ πηγὴν κατιδεῖν τὴν ἀέναον, τὴν τὰς ἐκτακείσας ψυχὰς ἐπαναψύχουσαν.
Σύμμορφον κατιδόντες τὴν πηγὴν καὶ ὁμοειδῆ τῆς τῶν ἀνθρώπων συστάσεως, τῇ γυναικὶ ἐπεβόων· οἱ ἐν τῇ πόλει, οὐκ ἔτι διὰ σὴν ἡμεῖς, λαλιὰν πεπιστεύκαμεν, ἀληθῶς ἐπιγνόντες, ὅτι οὗτος ὑπάρχει ἡ λύτρωσις, καὶ ἡ σωτηρία τοῦ κόσμου ἡ αἰώνιος.