Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινᾶ.
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινᾶ.
Στίχοι
Θνῄσκεις, ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ,
Τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Εἰκάδι σός, Θεόδωρε, λίπ' ὀστέα θυμὸς ἀγήνωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βίκτωρος, Ζωτικοῦ, Ζήνωνος, Ἀκινδύνου, Καισαρίου, Σεβηριανοῦ, Χριστοφόρου, Θεωνᾶ καὶ Ἀντωνίνου.
Στίχοι
Σὺν Ἀκινδύνῳ τέσσαρας κτείνει ξίφος,
Τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Παλαιολαυρίτου.
Στίχοι
Νέον τι κέρδος, τὸν Παλαιολαυρίτην,
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀναστασίου Ἀντιοχείας.
Στίχοι
Ἀναστάσιε, σοῦ δὲ τί γράψω χάριν,
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ζακχαίου.
Στίχοι
Οὐχὶ κατάβα, ἀλλ' ἀνάβα σοι λέγει,
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.