Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 20 Απριλίου 2011

ΟΣΙΕ ΠΑΤΕΡ ΘΕΟΔΩΡΕ...

Ὅσιε Πάτερ Θεόδωρε, δῶρον Θεοῦ ἐκλεκτόν, σεαυτὸν προσενήνοχας, ἀγρυπνίαν πάννυχον, καὶ ἀγάπην στησάμενος, μελέτην θείαν, ἄκραν ταπείνωσιν, ἐλπίδα, πίστιν καὶ καθαρότητα, ἄκραν συμπάθειαν, ἀληθῆ ἐγκράτειαν, καὶ προσευχήν, στῦλον σε δεικνύουσαν, φωτοειδέστατον.

Πάτερ θεόφρον Θεόδωρε, καταστολὴν ἀληθῆ, καὶ σωτήριον ἔνδυμα, εὐσεβεῖ φρονήματι, ἐκζητῶν ἐπενδύσασθαι, τῷ ἐκ τριχίνων ῥακίῳ πάντοτε, σοῦ τὸ σαρκίον, σκέπειν οὐκ ἔλιπες, καὶ ἀπεγύμνωσας, τοῦ ἡμᾶς γυμνώσαντος, τὰς μηχανάς, σθένει δυναμούμενος, τοῦ θείου Πνεύματος.

Τῷ σαρκωθέντι Θεῷ ἡμῶν, ἐκ παναμώμου Μητρός, δι' ἡμᾶς τε πτωχεύσαντι, ὡς πτωχὸν τῷ πνεύματι, σεαυτὸν προσενήνοχας, θυσίαν ζῶσαν, καὶ ὁλοκάρπωμα, σεπτόν παμμάκαρ, καὶ δῶρον τίμιον· ὅθεν καὶ ἔλαβες, οὐρανῶν ἀπόλαυσιν, πρὸς ὃν ἀεί, πρέσβευε δεόμεθα, τοῦ ἐλεῆσαι ἡμᾶς.