Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 20 Απριλίου 2011

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ, ΤΗΣ ΑΛΕΙΨΑΣΗΣ ΤΟΝ ΚΥΡΙΟΝ ΜΥΡΩ ΠΟΡΝΗΣ ΓΥΝΑΙΚΟΣ, ΜΝΕΙΑΝ ΠΟΙΕΙΣΘΑΙ ΟΙ ΘΕΙΟΤΑΤΟΙ ΠΑΤΕΡΕΣ ΕΘΕΣΠΙΣΑΝ, ΟΤΙ ΠΡΟ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΠΑΘΟΥΣ ΜΙΚΡΟΝ ΤΟΥΤΟ ΓΕΓΟΝΕ...

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ, τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ Πόρνης γυναικός, μνείαν ποιεῖσθαι οἱ θειότατοι Πατέρες ἐθέσπισαν, ὅτι πρὸ τοῦ σωτηρίου Πάθους μικρὸν τοῦτο γέγονε.
Στίχοι
Γυνή, βαλοῦσα σώματι Χριστοῦ μύρον,
Τὴν Νικοδήμου προὔλαβε σμυρναλόην.

Ἀλλ' ὁ τῷ, νοητῷ μύρῳ χρισθείς, Χριστὲ ὁ Θεός, τῶν ἐπιρρύτων παθῶν ἐλευθέρωσον, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἅγιος, καὶ φιλάνθρωπος. Ἀμήν.