Παρασκευή 18 Μαρτίου 2011

ΤΗΝ ΣΟΦΙΑΝ ΤΟΥ ΛΟΓΟΥ

Τὴν σοφίαν τοῦ λόγου πεπλουτηκώς, ἐξηρεύξω δογμάτων ῥεῖθρα ζωῆς, καὶ πᾶσαν κατήρδευσας, εὐσεβούντων διάνοιαν, καὶ βακτηρίᾳ θείᾳ ποιμάνας τὸ ποίμνιον, ἐπὶ χλόην θείας, ἐξέθρεψας γνώσεως· ὅθεν ὡς Ποιμένα, καὶ διδάσκαλον μέγαν, καὶ πίστεως πρόμαχον, εὐφημοῦμέν σε Κυριλλε, Ἱεράρχα κραυγάζοντες· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.