Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 17 Αυγούστου 2009

ΑΚΑΤΑΓΩΝΙΣΤΟΝ ΟΡΩΝ, Ο ΠΑΡΑΦΡΩΝ ΔΙΚΑΣΤΗΣ ΣΕ ΓΕΝΝΑΙΟΦΡΟΝ, ΕΝ ΤΩ ΛΩΡΟΤΟΜΕΙΣΘΑΙ...

Ἀκαταγώνιστον ὁρῶν, ὃ παράφρων δικαστὴς σὲ γενναιόφρον, ἐν τῷ λωροτομεῖσθαι, μέχρις ὀστέων αὐτῶν, προσάγει ὄνυξι σπαράττων σε, πληγὰς ἀφορήτους, πληγωθείς ἀνιάτως.

Ῥῆμα Θεοῦ ἐξ οὐρανοῦ, εἰς ὑπήκοον παντὸς τοῦ πλήθους μάρτυς, προσηνέχθη σοὶ Μύρων, πρὸς τὰς ἐκεῖσε καλοῦν, ἀρρήτους καταπαύσεις ἔνδοξε, καὶ τὰς τῶν Ἀγγέλων, τερπνὰς χοροστασίας.

Ἵστασο ὥσπερ Δανιήλ, ἐν τῷ μέσῳ τῶν θηρῶν εὐλαβουμένων, τὸ μακάριον πάθος, καὶ τῶν ἀγώνων τῶν σῶν, παμμάκαρ τὸ ἄπειρον μέγεθος, ζώση τε φωνή σου, ἀντιλαμβανομένων.