Ὁ νούς σου φαιδρός, πυρακτούμενος σοφὲ τῶ θείω πόθω ἠγαλλιᾶτο καὶ εὐφραίνετο, μέσον φλογὸς ἱσταμένου σου, ὥσπερ τῶν τριῶν ποτε Παίδων, μεθῶν πιστῶς ἀνεκραύγαζες, Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὁρῶντες φλογός, συνεστώτάς σοὶ σοφὲ μέσον Ἀγγέλους, μορφὴ ἀρρήτω ἐξαστράπτοντας, οἱ θεωροὶ κατεπλήττοντο, καὶ πρὸς ὑμνωδίαν τραπέντες, τῶ Δεσπότη ἐκραύγαζον, Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νοϊ καθαρῶ, συνεστῶς τοὶς νοεροῖς ὕμνοις Ἀγγέλοις, μέσον καμίνου ἀγαλλόμενος, τὸν ὑπεράγαθον Κύριον, ὥσπερ χαλινοῦντα τὴν φλόγα, καὶ μελωδούντά σε σώζοντα, Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.