Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 17 Αυγούστου 2009

ΙΝΑ ΤΗΝ ΜΕΛΛΟΥΣΑΝ ΔΟΞΑΝ, ΚΑΙ ΤΟ ΑΦΡΑΣΤΟΝ ΚΑΛΛΟΣ, ΧΡΙΣΤΟΥ ΤΟΥ ΑΘΛΟΘΕΤΟΥ....

Ἴνα τὴν μέλλουσαν δόξαν, καὶ τὸ ἄφραστον κάλλος, Χριστοῦ τοῦ ἀθλοθέτου κατιδεῖν, ἀξιωθὴς γενναιότατε, ὑποκλίνεις αὐχένα, καὶ δέχη τὴν τοῦ ξίφους ἐκτομήν, καὶ χαρὰς τῶν μαρτύρων, πληροῖς τὰς θείας φάλαγγας.

'ὥσπερ ἡδύπνοον μύρον, ἀξιάγαστε Μύρων, μυρίζουσα καρδίας τῶν πιστῶν, ἡ ἀξιάγαστος μνήμη σου, τοὶς ποθοῦσιν ἐπέστη, ἐν ἢ πανηγυρίζοντας ἡμᾶς, εὐωδίας ἐνθέου, ταὶς σαὶς πρεσβείαις πλήρωσον.

Σοῦ Ἀχαϊα καυχᾶται, τοὶς σπαργάνοις καὶ ἄθλοις, γενναῖε τοῦ Κυρίου ἀθλητά, πλέον δὲ τέρπεται Κύζικος, τὸ πολύαθλον σῶμα, κατέχουσα ὡς ὄλβον ἀληθῆ, καὶ πηγήν ἰαμάτων, καὶ νόσων καθαρτήριον.

Ἡ τῶν Ἁγίων ἁπάντων, ἐκλεκτὴ ἐν ὑψίστοις, μητρόπολις Σιὼν ἡ νοητή, τῶν πρωτοτόκων ὡς γέγραπται, ἡ σεπτὴ Ἐκκλησία, ὡς μάρτυρα ἀεὶ ὑπὲρ ἡμῶν, δυσωπούντά σε ἔχει, μαρτύρων ἀκροθίνιον.