Παρασκευή 22 Μαΐου 2009

ΜΕΘ' ΥΔΡΙΑΣ ΑΡΔΕΥΣΑΣΘΑΙ, ΑΠΕΛΘΟΥΣΑ

Μεθ' ὑδρίας ἀρδεύσασθαι, ἀπελθοῦσα καὶ φρέατι, τὴν ὑδρίαν ἄνυδρον καταλείψασα μόνη πρὸς πόλιν ἐπέδραμε, πηγὴν τὴν ζωήρρυτον, ἐκβοῶσα ἐφευρεῖν, Σαμαρεῖτις τὴν ἄφθονον, ὅθεν ἤρδευσε τὸ σωτήριον νᾶμα, καὶ τὴν ταύτης, ἐπανέψυξε καρδίαν, τὴν ἐκτακεῖσαν τοὶς πάθεσιν.
Ἔντεινε καὶ κατευοδοῦ...
Ἀληθῶς εἴπας, εἴρηκεν, ὁ Σωτὴρ Σαμαρείτιδι, ὡς οὐκ ἔχεις σήμερον, ἄνδρα νόμιμον, πέντε γὰρ ἔσχες τὸ πρότερον, καὶ νύν, ὃν πὲρ κέκτησαι, οὐχ ὑπάρχει σου ἀνήρ, ἀλλὰ νόμω ἀλλότριος, ἢ καὶ σπεύσασα, τοὶς ἐν πόλει ἐβόα. Εἶδον ἄνδρα, ὃς ἐξείπέ μοὶ τὰ πάντα, ὅσα κρυφίως ἐποίησα.
Ἠγάπησας δικαιοσύνην...
Ῥεῖθρον ἄλλο ζωήρρυτον, οὐρανίου ἐκ φρέατος, Σαμαρεῖτις ἤντλησεν ἐπὶ φρέατος, τοῦτο εὑροῦσα χεόμενον, ἐξ οὗ τὸ ἐπίκηρον, εἶχε σύνηθες ἀντλεῖν, ὕδωρ ἄλλο τὸ χθόνιον, ὁ ἀλλόμενον ἐν τῇ ταύτης καρδία ἀνεδείχθη, ὡς πηγὴ τὶς ἄλλη νέα, παθῶν δροσίζουσα καύσωνας.
Ὡς ὤφθης ἐν σαρκί, Χριστὲ ὁ Θεὸς δι' ἄφατον οἰκονομίαν ἀκούσασα ἡ Σαμαρεῖτις, τοῦ λόγου σου τοῦ φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἕδραμε λέγουσα τοὶς ἐν τῇ πόλει, Δεῦτε, ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.