Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 29 Μαρτίου 2009

ΕΔΕΞΩ ΕΝ ΤΗ ΨΥΧΗ, ΤΟΝ ΘΕΙΟΝ ΠΛΟΥΤΟΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ....

Ἐδέξω ἐν τῇ ψυχή, τὸν θεῖον πλοῦτον τοῦ Πνεύματος, τὴν ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, ἐγκρατείας πόνους, δι ὧν οἶκος ἐγνωρίσθης Θεοῦ.
Ὕλης τῆς κάτω Σοφὲ παρέδραμες τὴν εὐτέλειαν, ἀϋλω δὲ προσευχὴ τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, ὤφθης κληρονόμος, διὰ βίου τελειότητα.
Ἱδρῶσιν ἀσκητικοίς, τοὺς ἄνθρακας τῶν βελῶν τοῦ ἐχθροῦ, κατέσβεσας ἀληθῶς, καὶ τὸ πὺρ τῆς πίστεως, ἐκλάμψας κατέφλεξας, τὰ τῆς ἀπιστίας, τῶν αἱρέσεων φρυάγματα.