Ἐντολάς σου Δέσποτα μὴ φυλάξας, γνώμη ἐμαυτοῦ, τοὶς πάθεσιν ὑπελθῶν, τοὶς τῶν ἡδονῶν, γεγύμνωμαι χάριτος, καὶ ταὶς πληγαὶς ἔρριμμαι γυμνός, ὅθεν αἰτούμαί σε, τὸν Σωτήρα διασώσαί με.
Οὐ Λευϊτης ἴσχυσεν, ἀποσμῆξαι, μώλωπας ἐμούς, ἀλλ' ἦλθες ὁ ἀγαθός, πρὸς μὲ συμπαθῶς καὶ ἔχεας ἔλεος σῶν οἰκτιρμῶν, Σῶτερ ἐπ ἐμὲ ὥσπερ πανάριστος, ἰατρός μὲ ἰασάμενος.
Ὡς ὑπάρχων εὔσπλαγχνος, κατοικτείρας ἔσωσας Χριστὲ τὸν μάστιξιν ἀλγεινῶς, ὑπὸ τῶν ληστῶν, Σωτὴρ μαστιχθέντα μὲ καὶ τὴν ψυχὴν σώμά τε σαυτοῦ ὥσπερ δηνάρια δύο δέδωκας ἀντίλυτρον.