Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 29 Μαρτίου 2009

ΙΗΣΟΥ ΕΠΙΣΚΕΨΑΙ, ΤΟΥΣ ΜΩΛΩΠΑΣ....ΔΙΕΣΩΣΑΣ...

Ἰησοῦ ἐπίσκεψαι, τοὺς μώλωπας ψυχῆς τῆς ἐμῆς, καθάπερ πάλαι, τὸν ἐν χερσὶ πεσόντα ληστῶν, καὶ ἰάτρευσόν μου, Χριστέ, τὸ ἄλγος δέομαι.
Ἀλγεινῶς ταὶς μάστιξιν, ἠσθένησε ψυχή μου Χριστὲ ταὶς τῶν πταισμάτων, καὶ ἔνθεν γυμνὸς περίκειμαι, ἀρετῶν ἐνθέων, καθικετεύω, Σώσόν με.
Ἱερεὺς ὡς εἴδέ με, καὶ Λευϊτης οὐκ ἴσχυσε σαφῶς, παρῆλθον γὰρ με, ἀλλ' αὐτὸς ὡς εὔσπλαγχνος, νὺν τὴν σωτηρίαν, παρέσχες καὶ διέσωσας.