Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπῶν, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος, διὸ σύν τῶ Προφήτη, Ἀββακοὺμ σοὶ κραυγάζω, τὴ δυνάμει σοὶ δόξα φιλάνθρωπε.
Δι' εὐσεβούς, ὁμολογίας Πανάριστε, τῶ Δεσπότη, σαυτὸν προσενήνοχας, τὴν δι' αὐτόν, Ἔνδοξε σφαγήν, πόθω δεδεγμένος, καὶ μώμου παντὸς ἐλεύθερος, γενόμενος ἐντεῦθεν, τῶ Σωτήρι κραυγάζεις. Τὴ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ὁ γλυκασμός, τῆς εὐσεβείας ἡδύνθη σοί, ἑπτερώθης, θείας ἀγαπήσεως, τῶ καθαρῶ καὶ εἰλικρινεῖ, πόθω τετρωμένος, καὶ ἔρωτι πυρπολούμενος, τῆς ἄνω Βασιλείας, μελωδεῖς τῶ Δεσπότη. Τὴ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ὑπερφυεῖ, ὁμοφροσύνη συνδούμενος, τῶ Νεάρχω, τούτου τε τοὶς ῥήμασι, κατηχηθείς, πρὸς τὴν εὐσεβῆ, πίστιν τῆς Τριάδος, θεόφρον Μάρτυς Πολύευκτε, τῆς ὄντως πολυεύκτου, καὶ τῆς πεποθημένης, ἠξιώθης Μαρτύρων φαιδρότητος.
Μαρτυρικοὶς συνηριθμήθης στρατεύμασι, βασιλείαν, ἔλαβες ἀσάλευτον, νεοσφαγῆς, ταύτης ἐπιβάς, ἔτι τῶν αἱμάτων, σταζόντων, ἤχθης δὲ Πάνσοφε, χαρὰς ἀδιαδόχου, καὶ φωτὸς ἀνεσπέρου, καὶ μεγάλης εὐκλείας τευξόμενος.