
ΤΗ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου.
Τὴ αὐτὴ ἡμέρα συμψάλλομεν καὶ τὴν Ἀκολουθίαν τῶν Ἁγίων Ἀββάδων, διὰ τὸ ἀποδίδοσθαι τὴν Ἑορτὴν εἰς τὰς ιδ'.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου.
Στίχοι
· Ἡ σαργάνη ναύς, Ἑρμύλω Στρατονίκω,
· Κοινὸν κατάπλουν εἰς βυθὸν ποιουμένοις
· Ἕρμυλον ἠδ' ἐτάρον δεκάτη πνῖξε τρίτη Ἵστρος.
Τὴ αὐτὴ ἡμέρα, Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου, τοῦ ἀπὸ τῆς Νισίβεως.
Στίχοι
· Τὸν Ἰάκωβον θνητὸν ὄντα τὴ φύσει,
· Θνητοὶς ὁμοίως μὴ θανεῖν οὐκ ἣν πρέπον.
Τὴ αὐτὴ ἡμέρα, Ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος ῥαβδιζόμενος τελειοῦται.
Στίχοι
· Ῥάβδοις Ἀθανάσιε σαυτὸν ἐκδίδως,
· Σπεύδων θανεῖν μέν, ζὴν δὲ πολλῷ κρειττόνως.
Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Παχώμιος καὶ Παπυρῖνος ἐν ποταμῷ τελειοῦνται.
Στίχοι
· Τοιοῦτον εὗρε καὶ Παπυρῖνος τέλος,
· Οἵον σὺ Παχώμιε, βληθεὶς εἰς ὕδωρ.
Τὴ αὐτὴ ἡμέρα, Τὰ ἐγκαίνια τῆς Μονῆς τοῦ Προφήτου Ἡλιοῦ, τῆς καλουμένης τοῦ Βαθέος Ῥύακος.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἔλέησον ἡμᾶς. Ἀμήν.