Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 31 Οκτωβρίου 2024

Πίστει τους γεραίροντας ὑμῶν, τὸ ἱερὸν θεηγόροι μνημόσυνον, καὶ πανηγυρίζοντας, χαρμονικῶς παθῶν ἀχλύος ῥύσασθε, καὶ τῆς αἰωνίου, χαρᾶς μετόχους ἐργάσασθε. Ἴχνεσιν ἑπόμενοι Χριστοῦ, τοῦ σαρκωθέντος δι' οἶκτον Πανόλβιοι, τούτου τε προστάξεσι, θεαρχικαῖς καθυπουργοῦντες ὤφθητε, πάντων πλανωμένων, καθηγηταὶ πρὸς εὐσέβειαν. Στάχυν καὶ Ἀμπλίαν τὸν σοφόν, καὶ Οὐρβανὸν Ἀπελλῆν τε καὶ Νάρκισσον, καὶ τὸν Ἀριστόβουλον, τοὺς τοῦ Χριστοῦ Μαθητὰς χρηματίσαντας, πίστει συνελθόντες, χρεωστικῶς μακαρίσωμεν.