Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 18 Οκτωβρίου 2024

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. «Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην, (Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω». Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος. Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην, Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ. Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου, Ἰουλιανὸς ἄσμενος παρατρέχει. Ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, καὶ οἱ Ἅγιοι τεσσαράκοντα παῖδες ξίφει τελειοῦνται. Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων τῷ 1522. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.