Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 7 Δεκεμβρίου 2014

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Νεκρώσας τὰ μέλη καὶ νεκρόν, σαρκὸς τὸ φρόνημα, ἀπεργασάμενος, ψυχὴν ἐζώωσας Ὅσιε, καὶ πηγὴν θαυμάτων ἔβλυσας, τοῖς νεκρωθεῖσιν ἐκ παθῶν, ζωὴν παρέχουσαν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἔγνως τὴν μετάθεσιν Σοφέ, τὴν ἐκ τοῦ σώματος, θείῳ ἐν Πνεύματι, προφητικώτατα· ταύτην γάρ, τοῖς συνοῦσι διεσάφησας, καὶ ἐν χαρᾷ πρὸς οὐρανόν, βοῶν ἀνέδραμες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σῶμα καὶ καρδίαν καὶ τὸν νοῦν, προκαθηράμενος, παθῶν συγχύσεως, πυρφόρον ἔλλαμψιν ἄνωθεν, εἰσεδέξω τὴν τοῦ Πνεύματος, ὥσπερ οἱ θεῖοι μαθηταί, βοῶν Ἀμβρόσιε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.