Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 7 Δεκεμβρίου 2014

ΕΝ ΤΗ ΚΑΜΙΝΩ, ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ὁ θεῖος φθόγγος, τῶν σῶν δογμάτων Πάτερ πάνσοφε, ὥσπερ ἀστραπὴ διῆλθε πᾶσαν τὴν γῆν, καὶ θαυμάτων ἡ ἐπίδειξις, ὡς φῶς ἐξήστραψε, τὰς ἐν ζόφῳ καρδίας λαμπρύνουσα.

Νομοθεσίαις, ταῖς τοῦ Σωτῆρος σὺ ἑπόμενος, Πάτερ τὸ δοθὲν σοι τάλαντον ἐμμελῶς, ὡς οἰκέτης ἀγαθότητος, ἐπολυπλασίασας, δεσποτικῆς χαρᾶς ἀξιούμενος.

Ἀναστομώσας, τὴν θεολόγον σου διάνοιαν, ῥεῖθρα ἱερῶν δογμάτων ποταμηδόν, ἐπαφῆκας καταρδεύοντα, πιστῶν τὸ πλήρωμα, ἱερομύστα Πάτερ Ἀμβρόσιε.