Ὁμοφρόνως ὁμοῦ συνοικήσαντες, ἐν Μονῇ Καρυῶν ἱερώτατοι, καὶ ἐν ταύτῃ νομίμως ἀθλήσαντες, ὑπὸ γῆν πολλοῖς χρόνοις ἐκρύπτεσθε, ἀρρήτοις κρίμασι, τοῦ Ἀθλοθέτου καὶ Ζωοδότου Λόγου, Ὁσιομαρτυρες πανθαύμαστοι. Ἀλλ' ὢ τῆς θαυμαστῆς ὑμῶν ἐμφανείας, καὶ ξένης ἀποκαλύψεως, καὶ πλουσίας ὄντως χάριτος! ἀρτίως γὰρ ἐκ γῆς τὰ λείψανα ὑμῶν ἀνεδείξατε, ὡς ἄνθη πανεύοσμα, καὶ θησαυροὺς θείους κοσμοποθήτους, μαρτυρικῆς πεπληρωμένα δωρεᾶς καὶ χάριτος, πλείστοις δὲ ἀνθρώποις, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, ἐν ὁράσεσι καὶ ἐνυπνίοις, καὶ πρόσωπον πρὸς πρόσωπον παραδόξως ὀπτάνεσθε· οἵτινες θεωροῦντες τὴν δόξαν ὑμῶν, δόξαν ὡς Ἀθλητῶν τοῦ Χριστοῦ, χαίρουσι χαρὰν μεγάλην σφόδρα, καὶ εὐαγγελίζονται πᾶσιν, ἃ εἶδον καὶ ἤκουσαν παρ' ὑμῶν, συγκαλοῦντες πάντας πρὸς αἶνον ὑμῶν, ὑψηλῇ φωνῇ λέγοντες· δεῦτε ἐν μιᾷ σπουδῇ καὶ φωνῇ, τοὺς ἤδη παραδόξως ἀποκαλυφθέντας ἡμῖν, ὡς ἡμῶν προστάτας, καὶ θαυματουργοὺς Ὁσιομαρτυρας πάντες τιμήσωμεν.