Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 7 Μαΐου 2013

ΕΠΙ ΤΑΙΣ ΟΨΕΣΙΝ

Ἐπὶ ταῖς ὄψεσιν ὑμῶν, καὶ θεωρίαις ταῖς φρικταῖς, ἐν αἷς πολλαχῶς ὑμᾶς εἶδον, θάμβους ἐπληρώθησαν, γυναῖκες αἱ θεόφρονες, ὡς πάλαι αἱ σεμναὶ Μυροφόροι, καὶ ἐφανέρωσαν πᾶσιν ὑμᾶς Ἅγιοι.

Ἄρσεν μὲν Χριστὸς ὡράθη, ὑπὲρ ἡμῶν ὡς ἀγαθός, τούτῳ δὲ ὑμεῖς ὥσπερ θεῖα, σφάγια καὶ θύματα, ἀθλήσαντες προσήχθητε, θέοφρον Ῥαφαὴλ καὶ Εἰρήνη, σὺν Νικολάῳ καὶ τοῖς λοιποῖς συμμάρτυσι.

Ὡς προεξάρχων τοΰ χοροῦ, Ὁσιομάρτυς Ῥαφαήλ, τῶν ἐν Καρυαῖς ἀθλησάντων, ἁπάντων προτέθυσαι, πρισθεὶς ἀπὸ τοΰ στόματος· καὶ νῦν μετὰ τῶν σῶν συμμαρτύρων, τὸ ὑπερκόσμιον Πάσχα ἐτελέσατε.

Ὁ χριστεπώνυμος λαός, ὡς κιβωτὸν ἁγιασμοῦ, τὴν σορὸν ὑμῶν τῶν λειψάνων, κέκτηται μακάριοι, Χριστοῦ Ὁσιομαρτυρες, καὶ τούτοις εὐλαβῶς προσπελάζων, ῥῶσιν λαμβάνει ψυχῆς ὅμου καὶ σώματος.