Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 13 Φεβρουαρίου 2013

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ....

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἰσχύς μου καὶ ὕμνησις αὐτός, ὑπάρχεις Κύριε, μερὶς καὶ κλῆρός μου, σοῦ τὴν ἑκούσιον νέκρωσιν, περιφέρων περιέρχομαι, πόλεις καὶ χώρας ἐμμελῶς, Πάτερ ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οὐ ψύχει χαυνούμενος τὸν νοῦν, ἀλλ' οὐδὲ καύσωνι, ψυχὴν φλεγόμενος, ὅλως ἐνέδωκας θλίβων σου, τὸ σαρκίον, ἀλλ' ὑπέφερες, τὴν τοῖς δικαίοις ἐννοῶν μακαριότητα, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἱστίῳ πτερούμενος σοφέ, τοῦ θείου Πνεύματος, κούφως διέπλασας, βίου τὴν θάλασσαν Ὅσιε, καὶ λιμένι προσεπέλασας, τῆς βασιλείας τοῦ Θεοῦ, μέλπων γηθόμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σκηναῖς ἐναυλίζῃ φωτειναῖς, ἀποδυσάμενος, νέφος τοῦ σώματος, στολαῖς φαιδρύνῃ δὲ Ὅσιε, ἐξ ἱδρώτων ὑφανθείσαις σου, ἀσκητικῶν, καὶ μελῳδεῖς καθαρωτάτῃ ψυχῇ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.