«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Ὅλην τὴν τοῦ Πνεύματος αἴγλην, καθαρωτάτῃ διανοίᾳ, Μαρτινιανὲ εἰσεδέξω, καὶ φῶς ὡράθης καὶ στῦλος Ὅσιε, ἀπὸ τῆς γῆς αἰρόμενος, καὶ Μοναζόντων προηγούμενος.
Γέρα σοι τῶν πόνων παρέχει, ὁ ἀθλοθέτης σου παμμάκαρ, οὗτινος τοὺς νόμους φυλάττων, ἀνεπιστρόφως τῆς συνειδήσεως, τὸ καθαρὸν διήνυσας, Πάτερ ἀοίδιμε μαρτύριον.
Οἰκεῖς ἐν φωτὶ μέτ' Ἀγγέλων βίον ἰσάγγελον βιώσας, θείας ἡδονῆς ἀπολαύων, καὶ θεωρίας καὶ καθαρότητος, ὡς καθαρὸς τῷ πνεύματι, γεγενημένος, Ἀξιάγαστε.
Ἱέρευσας τὸ σῶμα θεόφρον, τὸν λογισμὸν καὶ τὴν καρδίαν, Μαρτινιανὲ τῷ Κυρίῳ, καὶ θῦμα ὤφθης πυρὶ ἀσκήσεως, περιφανῶς ὀπτώμενον, καὶ εὐωδίᾳ συντηρούμενον.