Ἔχων πολιτείαν ἰσάγγελον, τοῖς Ἀγγέλοις θεοφάντορ, συνωμίλεις προφανῶς, δι' αὐτῶν τὰ ὑπὲρ νοῦν καταλαμπόμενος τὸν νοῦν, συμβόλων, θαυμασίων ἀνακάθαρσιν, μεγάλων, Μυστηρίων ἀποκάλυψιν, προφητικὴν προαγόρευσιν, πνευματικὴν ἀνακαίνισιν. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἄγγελος ἐφάνης ἐπίγειος, ἐπὶ γῆς τοὺς οὐρανίους, συλλαλοῦντας ἐσχηκώς, θεωρὸς ὑπερκοσμίων, θεαμάτων γεγονώς. Λυχνία, νοητὸν φῶς ἀπαστράπτουσα. Ἐλαία, ψαλμικῶς εἰπεῖν κατάκαρπος, θεουργικὴν ἀποστάζουσα, τοῖς εὐσεβέσι πιότητα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς ἐλπιζομένης θεώσεως, ἀπολαύων ὡς Προφήτης, ἀληθέστατος Θεοῦ, καὶ τρανῶς τῆς ἀϊδίου, ἐμπιπλάμενος τρυφῆς, καὶ δόξαν ἀνεκλάλητον θεώμενος, καὶ κάλλους διαδήματι κοσμούμενος, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, δυσώπησον ἐκτενέστερον, θεόληπτε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.