Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 8 Φεβρουαρίου 2013

ΧΑΙΡΟΙΣ Ο ΣΤΡΑΤΙΩΤΗΣ ΧΡΙΣΤΟΥ

Χαίροις ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλαῖς βασάνοις ὠνησάμενος, Θεοῦ τήν οὐράνιον, βασιλείαν Θεόδωρε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ προσκυνούντων ἐν πίστει, τὴν τῶν λειψάνων σου λάρνακα, ἀφ' ἧς ἀναβλύζει, τοῖς αἰτοῦσιν εὐρωστία, καὶ μέγα ἔλεος.

Χαίροις ἡ ἱερὰ κεφαλή, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, δωρεῶν ἐνθέων ὁ ἐπώνυμος, λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι, στῦλος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων, λόγχῃ τῆς καρτερίας σου, ὁ κτείνας τὸν δράκοντα, ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Ὅπλῳ τοῦ ζωηφόρου Σταυροῦ, τὴν τῶν εἰδώλων συντριβὴν ἐργασάμενος, μαστίγων ὑπέστης πεῖραν, καὶ ἐπὶ ξύλου ταθείς, σπαραγμοὺς παμμάκαρ ἐκαρτέρησας, ὑφ' ὧν συντριβόμενος, καὶ λαμπάσι φλεγόμενος, σταυρῷ ὑψώθης, τιτρωσκόμενος βέλεσι, καὶ τὰ ὄμματα, ὑπ' αὐτῶν ἐκτυφλούμενος· ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, καὶ οὐρανίων στεφάνων, ἐπιτυχόντα Θεόδωρε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.