Ἱεροπρεπεῖ σου πολιτείᾳ, καὶ βίῳ κεκαθαρμένῳ διαπρέπουσα, ἄσυλον ἀνάθημα, κάλλος τε ἀπόθετον, θεοειδὲς ἀγλάϊσμα, ὤφθης Πανεύφημε, τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Νέκρωσιν παθῶν ἐνδεδυμένη, πρὸς θείαν ἀθανασίαν μεταβέβηκας, ἄριστα διδάξασα, καὶ φιλοσοφώτατα, τὸ τῆς ψυχῆς ἀθάνατον, καὶ αὐτοκίνητον· Τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Αἴγλῃ τριλαμποῦς φωτοχυσίας, τὸν νοῦν λαμπομένη καὶ τὸ πρόσωπον, ὕπνωσας Πανόλβιε, ὕπνον τὸν μακάριον, μέτ' εὐφροσύνης βλέπουσα τὸν σοὶ ποθούμενον, καὶ Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.