Μονὴν Τριάδος, τὴν σὴν καρδίαν ἀπετέλεσας· ὅθεν μοναστῶν ἀνήγειρας εὐαγές, θεοφόρε φροντιστήριον·Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
Ἀναστομώσας, σοῦ τὴν πηγὴν τῶν θαυμάτων Πάτερ Ὅσιε, ὕδωρ σωτηρίας ἔβλυσας, τοῖς πιστῶς ἐκτελοῦσί σου τὴν κοίμησιν, Δίε θαυμάσιε, τῶν μοναστῶν φωστὴρ διαυγέστατε.
Κατακοσμήσας, ταῖς ἀρεταῖς τὸν βίον σου γέγονας, ὅλος φωταυγής, καὶ στῦλος φωτοειδής, τῶν ψαλλόντων προηγούμενος· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.