Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 10 Νοεμβρίου 2011

ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΑΠΟΣΤΟΛΟΥ ΡΩΔΙΩΝΟΣ


 Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ῥωδίωνοςἑνὸς ἐκ τῶν Ἑβδομήκοντα καὶ πρώτου Ἐπισκόπου Νέων Πατρῶν μαρτυρήσαντος ἐν Ὑπάτῃ ψαλλομένη τῇ 10 ΝΟΕΜΒΡΙΟΥ
 Τῇ ι΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Ῥῳδίωνος, ἑνὸς ἐκ τῶν Ἑβδομήκοντα, Ἐπισκόπου Νέων Πατρῶν.
Νέαις Πάτραις ἔλαμψε φῶς εὐσεβείας.
Ἡρῳδίων κράτιστος Πνεύματι θείῳ.
Ὀγδοάτῃ Ἡρῳδίωνος ἔνθεν θυμὸς Θεῷ ἤρθη.

Οὗτος ὁ μακάριος εἷς ὢν τῶν Ἑβδομήκοντα Ἀποστόλων, καὶ συγγενὴς τυγχάνων τοῦ Ἀποστόλου τῶν ἐθνῶν Παύλου, οὗ μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ(κεφ. ιστ΄.11), τοῖς Ἁγίοις Ἀποστόλοις διηκόνει ἅπασι. Μετὰ δὲ ταῦτα χειροτονεῖται πρεσβύτερος, εἷτα Ἐπίσκοπος Νέων Πατρῶν, ἔνθα πρῶτος Χριστὸν ἐκήρυξε. Πολλοὺς δὲ τῶν Ἑλλήνων διδάσκων καὶ ἐπιστρέφων πρὸς τὴν τοὺ Χριστοῦ πίστιν, φθονηθείς ὑπὸ τῶν Ἰουδαίων, ὑπέστη πολλά· ἐπιστάντες γὰρ μετὰ τῶν εἰδωλολατρῶν, πρῶτον μὲν ἔτυψαν αὐτὸν ἰσχυρῶς, καὶ λίθοις τὸ στόμα αὐτοῦ συνέτριψαν. Εἶτα ξύλοις κρουσθεὶς ὑπ΄αὐτῶν κατὰ κεφαλῆς, μαχαίρᾳ κατασφάττεται· καὶ οὕτως ἐτελειώθη αὐτοῦ ἡ μαρτυρία.

Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.