Κόσμου τὰ πληρώματα καθά, ἀετοὶ ὑπόπτεροι, περιφανῶς περιθέοντες, Ἱεροκήρυκες, τοὺς ἐζωγρημένους, ὑπὸ τοῦ ἀλάστορος, εἱλκύσατε πρὸς πίστιν ἀμώμητον· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τέρτιον Σωσίπατρον φωναῖς, ἱεραῖς τιμήσωμεν, καὶ Ὀλυμπᾶν καὶ Ῥοδίωνα, σὺν τούτοις Ἔραστον, τὸν ἱερομύστην, καὶ τὸν θεῖον Κούαρτον, δοξάζοντας Χριστὸν τόν Θεὸν ἡμῶν, καὶ ἱκετεύοντας, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἔθνη προσηγάγετε Χριστῷ, τῷ Θεῷ Μακάριοι, λελυτρωμένα τῷ αἵματι, τοῦ εὐδοκήσαντος, ἐπὶ γῆς τεχθῆναι, καὶ σταυρὸν καὶ θάνατον, θελήσει ὑπομείναντος πάνσοφοι· ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.