
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Σελίδες
▼
ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ
▼
Δευτέρα 13 Ιουνίου 2011
ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ, Ο ΘΕΟΣ ΗΜΩΝ
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὴν σὴν εἰρηνην δεδωκὼς τοῖς ἀνθρώποις, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν, ἔτι τῷ βίῳ καὶ ἡμῖν συμπαρών, εἰς κληρονομίαν ἀναφαίρετον τοῖς πιστοῖς ἀεὶ παρέχων, ἐμφανέστερον δὲ ταύτην τὴν χάριν τοῖς σοῖς μαθηταῖς καὶ Ἀποστόλοις σήμερον καταπέμψας, καὶ τὰ τούτων χείλη πυρίναις στομώσας γλώσσαις, δι' ὧν πᾶν γένος ἀνθρώπων τὴν θεογνωσίαν, ἰδίᾳ διαλέκτῳ, εἰς ἀκοὴν ὠτίου δεξάμενοι, φωτὶ τοῦ Πνεύματος ἐφωτίσθημεν, καὶ τῆς πλάνης ὡς ἐκ σκότους ἀπηλλάγημεν, καὶ τῇ τῶν αἰσθητῶν καὶ πυρίνων γλωσσῶν διανομῇ, καὶ ὑπερφυεῖ ἐνεργείᾳ, τὴν εἰς σὲ πίστιν ἐμαθητεύθημεν, καὶ σὲ θεολογεῖν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ἐν μιᾷ Θεότητι, καὶ δυνάμει, καὶ ἐξουσίᾳ κατηυγάσθημεν. Σὺ οὖν τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ τῆς οὐσίας καὶ τῆς φύσεως αὐτοῦ ἀπαράλλακτος, καὶ ἀμετακίνητος χαρακτηρ, ἡ πηγὴ τῆς σωτηρίας καὶ τῆς χάριτος, διάνοιξον κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὰ χείλη, καὶ δίδαξόν με πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προσεύχεσθαι. Σὺ γὰρ εἶ, ὁ γινώσκων τὸ πολὺ τῶν ἁμαρτιῶν μου πλῆθος, ἀλλ' ἡ σὴ εὐσπλαγχνία νικήσει τούτων τὸ ἄμετρον· ἰδοὺ γὰρ φόβῳ παρίσταμαί σοι, εἰς τὸ πέλαγος τοῦ ἐλέους σου τὴν ἀπόγνωσιν ἀπορρίψας τῆς ψυχῆς μου. Κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν ῥηματι τὴν κτίσιν ἀρρήτῳ σοφίας δυνάμει κυβερνῶν, ὁ εὔδιος τῶν χειμαζομένων λιμήν, καὶ γνώρισόν μοι ὁδόν, ἐν ᾗ πορεύσομαι Πνεῦμα σοφίας σου, τοῖς ἐμοῖς παράσχου διαλογισμοῖς, Πνεῦμα συνέσεως τῇ ἀφροσύνῃ μου δωρούμενος. Πνεῦμα φόβου σου τοῖς ἐμοῖς ἐπισκίασον ἔργοις καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ Πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας μου στήριξον ὀλισθηρόν, ἵνα καθ' ἑκάστην ἡμέραν, τῷ Πνεύματί σου τῷ ἀγαθῷ, πρὸς τὸ συμφέρον ὁδηγούμενος, καταξιωθῶ ποιεῖν τὰς ἐντολάς σου, καὶ τῆς σῆς ἀεὶ μνημονεύειν ἐνδόξου, καὶ ἐρευνητικῆς τῶν πεπραγμένων ἡμῖν παρουσίας, καὶ μὴ παρίδῃς με τοῖς φθειρομένοις τοῦ κόσμου ἐναπατᾶσθαι τερπνοῖς, ἀλλὰ τῶν μελλόντων ὀρέγεσθαι τῆς ἀπολαύσεως ἐνίσχυσον θησαυρῶν. Σὺ γὰρ εἶπας, Δέσποτα, ὅτι πέρ, ὅσα ἂν τις αἰτήσηται ἐν τῷ ὀνόματί σου, ἀκωλύτως παρὰ τοῦ σοῦ λαμβάνει συναϊδίου Θεοῦ καὶ Πατρός· διὸ κἀγὼ ὁ ἁμαρτωλός, ἐν τῇ ἐπιφοιτήσει τοῦ ἁγίου σου Πνεύματος, τὴν σὴν ἱκετεύω ἀγαθότητα. Ὅσα ηὐξάμην, ἀπόδος μοι εἰς σωτηρίαν. Ναί, Κύριε, ὁ πάσης εὐεργεσίας πλουσιοπάροχος δοτὴρ ἀγαθός, ὅτι σὺ εἶ ὁ διδοὺς ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα. Σὺ εἶ ὁ συμπαθής, ὁ ἐλεήμων, ὁ ἀναμαρτήτως γεγονὼς τῆς σαρκὸς ἡμῶν κοινωνός, καὶ τοῖς κάμπτουσι πρὸς σὲ γόνυ, ἐπικαμπτόμενος φιλευσπλάγχνως, ἱλασμός τε γενόμενος τῶν ἁμαρτιῶν ἡμῶν. Δὸς δή, Κύριε, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου, ἐπάκουσον ἡμῶν ἐξ οὐρανοῦ ἁγίου σου, ἁγίασον αὐτοὺς τῇ δυνάμει τῆς σωτηρίου δεξιᾶς σου, σκέπασον αὐτοὺς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μὴ παρίδῃς τὰ ἔργα τῶν χειρῶν σου. Σοὶ μόνῳ ἁμαρτάνομεν, ἀλλὰ καὶ σοὶ μόνῳ λατρεύομεν, οὐκ οἴδαμεν προσκυνεῖν Θεῷ ἀλλοτρίῳ, οὐδὲ διαπετάζειν πρὸς ἕτερον Θεὸν τὰς ἑαυτῶν, Δέσποτα, χεῖρας. Ἄφες ἡμῖν τὰ παραπτώματα, καὶ προσδεχόμενος ἡμῶν τὰς γονυπετεῖς δεήσεις, ἔκτεινον πᾶσιν ἡμῖν χεῖρα βοηθείας, πρόσδεξαι τὴν εὐχὴν πάντων, ὡς θυμίαμα δεκτόν, ἀναλαμβανόμενον ἐνώπιον τῆς σῆς ὑπεραγάθου βασιλείας.