
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Σελίδες
▼
ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ
▼
Δευτέρα 13 Ιουνίου 2011
Η ΑΕΝΑΩΣ ΒΡΥΟΥΣΑ ΖΩΤΙΚΗ ΚΑΙ ΦΩΤΙΣΤΙΚΗ ΠΗΓΗ
Ἡ ἀενάως βρύουσα ζωτικὴ καὶ φωτιστικὴ πηγή, ἡ συναΐδιος τοῦ Πατρὸς δημιουργικὴ δύναμις, ὁ πᾶσαν τὴν οἰκονομίαν, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ὑπερκάλλως πληρώσας, Χριστέ, ὁ Θεὸς ἡμῶν. Ὁ θανάτου δεσμοὺς ἀλύτους, καὶ κλεῖθρα ᾍδου διαρρήξας, πονηρῶν δὲ πνευμάτων πλήθη καταπατήσας, ὁ προσαγαγὼν σεαυτὸν ἄμωμον ὑπὲρ ἡμῶν ἱερεῖον, τὸ σῶμα δοὺς τὸ ἄχραντον εἰς θυσίαν, τὸ πάσης ἁμαρτίας ἄψαυστόν τε καὶ ἄβατον, καὶ διὰ τῆς φρικτῆς ταύτης, καὶ ἀνεκδιηγήτου ἱερουργίας, ζωὴν ἡμῖν αἰώνιον χαρισάμενος, ὁ εἰς ᾍδου καταβάς, καὶ μοχλοὺς αἰωνίους συντρίψας, καὶ τοῖς κάτω καθημένοις ἄνοδον ὑποδείξας, τὸν δὲ ἀρχέκακον καὶ βύθιον δράκοντα, θεοσόφῳ δελεάσματι ἀγκιστρεύσας, καὶ σειραῖς ζόφου δεσμεύσας ἐν ταρτάρῳ, καὶ πυρὶ ἀσβέστῳ, καὶ σκότῳ ἐξωτέρῳ, διὰ τῆς ἀπειροδυνάμου σου κατασφαλισάμενος ἰσχύος, ἡ μεγαλώνυμος σοφία τοῦ Πατρός, ὁ τοῖς ἐπηρεαζομένοις μέγας ἐπίκουρος φανείς, καὶ φωτίσας τοὺς ἐν σκότει, καὶ σκιᾷ θανάτου καθημένους. Σύ, δόξης ἀενάου Κύριε, καὶ Πατρὸς ὑψίστου Υἱὲ ἀγαπητέ, ἀΐδιον φῶς, ἐξ ἀϊδίου φωτός, Ἥλιε δικαιοσύνης, ἐπάκουσον ἡμῶν δεομένων σου, καὶ ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ τῶν λοιπῶν συγγενῶν κατὰ σάρκα, καὶ πάντων τῶν οἰκείων τῆς πίστεως, περὶ ὧν καὶ τὴν μνήμην ποιούμεθα νῦν, ὅτι ἐν σοὶ πάντων τὸ κράτος, καὶ ἐν τῇ χειρί σου κατέχεις πάντα τὰ πέρατα τῆς γῆς. Δέσποτα παντοκράτορ, Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, γένους θνητοῦ τε καὶ ἀθανάτου, καὶ πάσης φύσεως ἀνθρωπίνης δημιουργέ, συνισταμένης τε καὶ πάλιν λυομένης, ζωῆς τε καὶ τελευτῆς, τῆς ἐνταῦθα διαγωγῆς, καὶ τῆς ἐκεῖθεν μεταστάσεως, ὁ χρόνους μετρῶν τοῖς ζῶσι, καὶ καιροὺς θανάτου ἱστῶν, κατάγων εἰς ᾍδου καὶ ἀνάγων, δεσμεύων ἐν ἀσθενείᾳ, καὶ ἀπολύων ἐν δυναστείᾳ, ὁ τὰ παρόντα χρησίμως οἰκονομῶν, καὶ τὰ μέλλοντα λυσιτελῶς διοικῶν, ὁ τοὺς θανάτου κέντρῳ πληγέντας, ἀναστάσεως ἐλπίσι ζωογονῶν. Αὐτὸς Δέσποτα τῶν ἁπάντων, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὁ καὶ ἐν ταύτῃ τῇ ἐσχάτῃ, καὶ μεγάλῃ καὶ σωτηρίῳ ἡμέρᾳ τῆς Πεντηκοστῆς, τὸ μυστὴριον τῆς ἁγίας, καὶ ὁμοουσίου, καὶ συναϊδίου, καὶ ἀδιαιρέτου, καὶ ἀσυγχύτου Τριάδος ὑποδείξας ἡμῖν, καὶ τὴν ἐπιφοίτησιν καὶ παρουσίαν τοῦ ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος, ἐν εἴδει πυρίνων γλωσσῶν, ἐπὶ τοὺς ἁγίους σου Ἀποστόλους ἐκχέας, καὶ εὐαγγελιστὰς αὐτοὺς θέμενος τῆς εὐσεβοῦς ἡμῶν πίστεως, καὶ ὁμολογητάς καὶ κήρυκας τῆς ἀληθοῦς ἀναδείξας θεολογίας, ὁ καὶ ἐν αὐτῇ τῇ παντελείῳ Ἑορτῇ καὶ σωτηριώδει, ἱλασμοὺς ἱκεσίους, ὑπὲρ τῶν κατεχομένων ἐν ᾍδῃ, καταξιώσας δέχεσθαι, μεγάλας τε παρέχων ἡμῖν ἐλπίδας, ἄνεσιν τοῖς κατοιχομένοις τῶν κατεχόντων αὐτοὺς ἀνιαρῶν, καὶ παραψυχὴν παρὰ σοῦ καταπέμπεσθαι. Ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν, οἰκτρῶν δεομένων σου, καὶ ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου τῶν προκεκοιμημένων, ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός, καὶ κατάταξον τὰ πνεύματα αὐτῶν ἐν σκηναῖς Δικαίων, καὶ εἰρήνης καὶ ἀνέσεως ἀξίωσον αὐτούς, ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ οἱ ἐν ᾍδῃ ἐξομολόγησιν παρρησιάζονται προσφέρειν σοι, ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογοῦμέν σε καὶ ἱκετεύομεν, καὶ τὰς ἱλαστηρίους εὐχὰς καὶ θυσίας προσάγομέν σοι ὑπὲρ τῶν ψυχῶν αὐτῶν.