Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 30 Αυγούστου 2010

ΠΑΜΜΑΚΑΡ ΑΛΕΞΑΝΔΡΕ ΠΟΙΜΗΝ, ΕΚΚΛΗΣΙΑΣ ΓΕΓΟΝΑΣ...

Παμμάκαρ Ἀλέξανδρε ποιμήν, Ἐκκλησίας γέγονας, ὀρθοδοξίας ὑπέρμαχος, Ἀρείου καθελών, τὴν ἀλαζονείαν, προσευχαῖς συντόνοις σου, τὸν πάντων Λυτρωτὴν ἐξαιτούμενος, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἰωάννη τίμιε σαρκός, τὴν φθορὰν ἐμίσησας, δι' ἐγκρατείας καὶ πίστεως, δι' ἀγρυπνίας τε, καὶ ὁμολογίας, ἄγγελος ἐπίγειος, εὑρέθης καὶ οὐράνιος ἄνθρωπος. Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Παύλου θείοις δόγμασι σαφῶς, ὄντως ἐπειθάρχησας, μεθ' οὗ εἰς τρίτον ἀνέδραμες, οὐρανὸν Ὅσιε, ἀρετῶν τῷ ὕψει, καὶ ἤκουσας ῥήματα, τὰ ἄρρητα καὶ θεῖα τοῦ Πνεύματος, Παῦλε μακάριε, ὀρθοδόξων βάσις ἄσειστε, τὸν Σωτῆρα ἀπαύστως ἱκέτευε.