Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 30 Αυγούστου 2010

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ ΤΟΝ ΛΥΧΝΟΝ ΤΟΝ ΠΑΜΦΩΤΟΝ, ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ ΤΟΝ ΚΗΡΥΚΑ, ΤΟΝ ΘΕΙΟΝ

Ἀνοίξω τὸ στόμα μου τὸν λύχνον τὸν πάμφωτον, τῆς οἰκουμένης τὸν κήρυκα, τὸν θεῖον Ἀπόστολον, καὶ ὑπηρέτην Χριστοῦ, τὶς ἰσχύσειεν, ἀξίως εὐφημῆσαι, τὸν θεομαρτύρητον, Κυρίου Πρόδρομον.
Ὁ θεῖος ταξίαρχος, τῶν ἀσωμάτων Δυνάμεων, πρὸς θεῖον ἀφίκετο, ναὸν Θεοῦ Ἱερόν, εὐαγγέλια, κομίζων τῷ πρεσβύτῃ, Κυρίου τὸν Πρόδρομον, τέξῃ πρεσβύτατε.
Νηδὺς ἔνδον ἔχουσα, στεῖρα καὶ γραῦς τὸν πανάριστον, Προφήτην καὶ Πρόδρομον, ἀπὸ κοιλίας μητρός, προσεκύνησε, Χριστόν, ὢ ξένον θαῦμα! γαστρὶ ἐμφερόμενον τῆς Θεομήτορος.