Ὁ Παλαιᾶς καὶ Καινῆς θεῖος μεσίτης, Προφήτης καὶ Πρόδρομος, Ἄγγελος ἔνσαρκος, παρανομίας ὁ ἔλεγχος, τῆς στειρευούσης, βλαστὸς νηδύος, στόμα πυρίπνοον, Ἡρῴδην διήλεγξας, ἄθεσμα πράττοντα, ὁ δὲ μὴ φέρων τὸν ἔλεγχον, ἀποτμηθῆναι, τὴν κεφαλήν σου διακελεύεται, καὶ προσηνέχθης ὥσπερ ἔδεσμα, ἐγκρατείας τὸ θεῖον ἐντρύφημα, ἐπὶ πίνακι πλέον, στηλιτεύων τὸν ἀκόλαστον.
Ἐκ παρανόμου μητρὸς συνωθουμένη, θυγάτηρ παράνομος, σοῦ τὴν ἀοίδιμον, καὶ τοῖς Ἀγγέλοις αἰδέσιμον, αἰτεῖται κάραν· τοὺς γὰρ ἐλέγχους ταύτης οὐκ ἔφερεν· ὅθεν ἐπὶ πίνακι, ταύτην προσφέρουσα, καὶ τοῖς ποσὶν ἅμα παίζουσα, τῶν δαιτυμόνων, τὴν εὐφροσύνην εἰς πένθος ἔτρεψεν, ἀλλ' ἐπὶ πλέον διελέγχεις, ἀκολασίας τὸ μῖσος μακάριε, τὸν Χριστὸν ἱκετεύων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Βεβακχευμένος τῇ μέθῃ ὁ Ἡρῴδης, νόθοις ἐπικλέπτεται, κατορχουμένης φωναῖς, καὶ πρὸς τῷ ὅρκῳ τὸν ἄδικον, τεκταίνει φόνον, σοῦ τοῦ δικαίου Προφῆτα ἔνδοξε, ἀλλά σοῦ ὁ θάνατος, τοῖς προθανοῦσι σαφῶς, ἀθανασίαν ἐμήνυσε· καὶ γὰρ ἐγένου, καὶ τοῖς ἐν, ᾍδῃ κήρυξ πρωτάγγελος, τὴν παρουσίαν τὴν σωτήριον, προμηνύων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.