Ῥωμαλέως τῷ Ἡρῴδῃ ἀνθιστάμενος, ἔνδοξε Πρόδρομε, τοῦτον ἐλέγχεις βοῶν· Οὐκ ἔξεστιν ἔχειν σε εὐνὴν ὁμαίμονος, ὡς ἀθέμιτον· ὁ δὲ μὴ ἀνασχόμενος, τὴν σὴν κάραν ἀποτέμνει.
Οἷα ἔνδοξος Προφήτης πρὸ γεννήσεως, ἔγνως τὸν Κύριον, καὶ ὡς ἀμνὸν τοῦ Θεοῦ, τοῖς πᾶσιν ὑπέδειξας, πρὸς θεοσέβειαν, ἕλκων ἅπαντας, ἀναβοᾶν πρὸς Κύριον· ὁ Θεὸς εὐλογητὸς εἶ.
Μέλλων τέλος τὸ μακάριον ἐκδέχεσθαι, Πρόδρομε ἔνδοξε, σοὺς μαθητὰς πρὸς Χριστόν, τὸν Θεὸν ἀπέστειλας, ἐπερωτῶν αὐτόν· Σὺ εἶ Κύριε, τοῦ σῶσαι ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;
Ὁ Χριστὸς τοῖς μαθηταῖς προσαπεφθέγξατο· Ἄπιτε εἴπατε, τῷ Ἰωάννῃ· ἰδού, νεκροὶ ἐξανίστανται, κωφοὶ ἀκούουσιν, ἐκκαθαίρονται λεπροί, καὶ ὥσπερ ἔλαφος οἱ χωλοὶ περιπατοῦσιν.