Τῆς μετανοίας ὁ κήρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν κάραν, τήν, γῆν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοῖς πιστοῖς ἐτράνωσας, καὶ παρανομίαν ἐξηφάνισας. Ὡς παρεστηκὼς τῷ θρόνῳ τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Διὰ τὸν νόμον Κυρίου, τὴν κεφαλὴν ἀπετμήθης, ὦ πανάγιε Ἰωάννη. Ἤλεγξας βασιλέα δυσσεβῆ παρανομήσαντα, παρρησίᾳ, ἀμέμπτῳ· διὸ θαυμάζουσί σε στρατιαὶ τῶν Ἀγγέλων, δοξάζουσί σε χοροὶ τῶν Ἀποστόλων καὶ Μαρτύρων, τιμῶμέν σου καὶ ἡμεῖς τὴν ἐτήσιον μνήμην πανένδοξε, δοξάζοντες τὴν Ἁγίαν Τριάδα, τὴν σὲ στεφανώσασαν Πρόδρομε μακάριε.
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτὸν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Ὁ ἐκ Προφήτου Προφήτης, καὶ μείζων Προφητῶν γενόμενος, ἐκ κοιλίας μητρὸς ὁ ἡγιασμένος, εἰς ὑπουργίαν Κυρίου, σήμερον ὑπ' ἀνόμου βασιλέως, τὴν κάραν ἀπετμήθη, καὶ τὴν ἀσέμνως ὀρχησαμένην κόρην, τρανῶς καὶ πρὸ τῆς ἐκτομῆς, καὶ μετὰ τὴν ἐκτομὴν διελέγξας, ᾔσχυνε τῆς ἁμαρτίας τὴν φάλαγγα· καὶ διὰ τοῦτο βοῶμεν, Βαπτιστὰ Ἰωάννη, ὡς ἔχων παρρησίαν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.