Οὐκ ἐνεγκών, τὸ τῶν ἐλέγχων ἀπότομον, ὁ τοῦ νόμου, ταῖς ποιναῖς ὑπεύθυνος, οὐ παρρησίαν θεοσεβῆ, ὁ ταῖς ἀσελγείαις τῶν ἡδονῶν συμφυρόμενος, δεσμήσας συνετήρει, τὸν ἀΰλως τοῖς ἄνω, πρὸ τοῦ τέλους χοροῖς συναπτόμενον.
Ψυχοβλαβῆ, μέθην καὶ οἶστρον ἀκόλαστον, ἐκνοσήσας, ἔκδοτος ὁ δείλαιος, τοῖς χορικοῖς, κρότοις τῶν ποδῶν, ἀποδεδειγμένος, φονεὺς Προφήτου γεγένηται· συνέλαβε γὰρ μέθην, ἀσωτίας μητέρα, καὶ δεινὴν ἀνομίαν ἀπέτεκεν.
Ὄντως ἐν σοί, οὐ διεψεύσθη ἡ θεία φωνή, τῶν Προφητῶν· σὺ γὰρ πέλεις περισσότερος, ὡς προφητείαις ἀξιωθείς, ἐξ αὐτῆς νηδύος, ἐν ἀτελεῖ τῷ τοῦ σώματος, καὶ τὸν προφητευθέντα, ὑπὸ σοῦ Θεὸν Λόγον, καὶ ἰδὼν καὶ βαπτίσας ἐν σώματι.