Οὐκ ἔφερε τοὺς σοὺς ἐλέγχους ὁ Ἡρῴδης, θεράπον τοῦ Χριστοῦ, παμμάκαρ, Ἰωάννη· ὅθεν ὁπλίζει τὸν ἄδικον πρὸς σὲ φόνον, οὐκ αἰδεσθείς σου τὸ σεβάσμιον.
Οἴστρῳ καὶ τῇ μέθῃ, ὁμοῦ βεβακχευμένος, ὁ ἄδικος βασιλεύς, σὲ παμμάκαρ παρανόμως, θανατηφόρῳ ἀπάγει ψήφῳ Προφῆτα, οὐκ αἰδεσθείς σου τὸ σεβάσμιον.
Τῆς κόρης ὁ δεινός, ὑπαχθεὶς τοῖς λόγοις, Ἡρῴδης δυσσεβής, τῇ μοιχαλίδι δῶρον τὴν κεφαλήν σου, Προφῆτα ὄντως περέχει, ἀφ' ἧς πηγάζεις χάριν πᾶσιν ἡμῖν.