Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 29 Αυγούστου 2010

ΕΚ ΤΗΣ ΣΤΕΙΡΑΣ ΕΚΛΑΜΨΑΣ ΨΗΦΩ ΘΕΟΥ, ΚΑΙ ΔΕΣΜΑ ΔΙΑΡΡΗΞΑΣ ΓΛΩΣΣΗΣ ΠΑΤΡΟΣ, ΕΔΕΙΞΑΣ ΤΟΝ ΗΛΙΟΝ

Ἐκ τῆς στείρας ἐκλάμψας ψήφῳ Θεοῦ, καὶ δεσμὰ διαρρήξας γλώσσης πατρός, ἔδειξας τὸν ἥλιον, ἑωσφόρον αὐγάζοντα, καὶ λαοῖς ἐν ἐρήμῳ, τὸν Κτίστην ἐκήρυξας, τὸν ἀμνὸν τὸν αἴροντα, τοῦ κόσμου τὰ πταίσματα· ὅθεν καὶ πρὸς ζῆλον, βασιλέα ἐλέγξας, τὴν ἔνδοξον κάραν σου, ἀπετμήθης ἀοίδιμε, Ἰωάννη πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.