Δεῦτε καθαρὰ τὴ καρδία καὶ νηφαλέοις ὄμμασι νοός, τῆς τοῦ Βασιλέως θυγατρός, τῆς Ἐκκληοίας τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, κατανοοῦντες μεγαλύνωμεν.
Χαῖρε καὶ εὐφραίνου ἡ νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ νυμφίου τὴν ὡραιότητα, σὺν τῶ λαῶ σου κράζουσα, Σὲ Ζωοδότα μεγαλύνομεν.
Τὴν ἐξ ὕψους ἄμυναν Σῶτερ, τὴ Ἐκκλησία σου παράσχου, ἄλλον γὰρ οὐκ οἶδεν, εἰ μὴ σέ, τὸν ὑπὲρ ταύτης τὴν σὴν φιλάνθρωπε, πάλαι ψυχὴν προθέμενον, ἐν ἐπιγνώσει μεγαλύνουσα.