Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 13 Σεπτεμβρίου 2009

ΙΕΡΑΝ ΠΑΝΗΓΥΡΙΝ, ΕΚΚΛΗΣΙΑ ΠΑΣΑ ΣΥΓΚΡΟΤΕΙ, ΤΗ ΜΝΗΜΕΙ ΣΟΥ ΤΗ ΣΕΠΤΗ, ΚΗΡΥΞ ΤΟΥ ΧΡΙΣΤΟΥ... ΕΥΦΗΜΟΥΝΤΩΝ ΣΕ...

Ἱερὰν πανήγυριν, Ἐκκλησία πᾶσα συγκροτεῖ, τὴ μνήμει σου τὴ σεπτή, κῆρυξ τοῦ Χριστοῦ, σὺ γὰρ ἰσοστάσιος, τῶν Ἁγίων ὤφθης μαθητῶν, Πνεῦμα τὸ Ἅγιον, ὡς ἐκεῖνοι κληρωσάμενος.

Ὡραιώθης δόγμασιν, εὐσεβείας ὡς ἱερουργός, ἐξωμοιώθης Θεοῦ, θείοις λειτουργοίς, πηγάζεις δὲ πάντοτε, ἰαμάτων Μάκαρ ποταμούς, παύων νοσήματα, τῶν ἀνθρώπων Ἱερώτατε.

Στολισθεὶς ἱμάτιον, σωτηρίου ὅπερ ὁ Χριστός, ἐξύφανε σαρκωθείς, νὺν περιχαρῶς, τὰ ἄνω βασίλεια, περιπολεῖς βλέπων καθαρῶς, κάλλος ἀμήχανον, τοῦ νυμφίου Ἀξιάγαστε.

Ἡ τιμία θήκη σου, ἄσπερ κρήνη βρύει τοὶς πιστοίς, ἰάματα δαψιλῶς, καὶ ἀποσοβεῖ, Κορνήλιε πνεύματα τὰ πονηρά, καὶ φωταγωγεῖ, πάντων τὰ ὄμματα, τῶν ἐν πίστει εὐφημούντων σε.