Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 17 Σεπτεμβρίου 2009

ΣΟΦΙΑΣ, ΠΙΣΤΕΩΣ ΑΓΑΠΗΣ ΚΑΙ ΕΛΠΙΔΟΣ....

ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΣΕΠΤΕΜΒΡΙΟΥ



Μνήμη τῆς Ἁγίας μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος.

Τὴ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ καλλινίκων Παρθένων Πίστεως, Ἐλπίδος, καὶ Ἀγάπης, καὶ τῆς μητρὸς αὐτῶν Σοφίας.

Στίχοι

· Τὴ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη,

· Αἱ τρεῖς, Τριάς, κλίνουσιν αὐχένας ξίφει.

· Ἑβδομάτη δεκάτη Ἀγάπην τάμον, Ἐλπίδα, Πίστιν.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγαθοκλείας.

Στίχοι

· Ἀγαθόκλεια πὺρ ἐπ' αὐχένος φέρει,

· Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου καὶ Ἀσκληπιοδότης.

Στίχοι

· Μιὰ γυναικί, καὶ νεανίσκοις δύο,

· Πρὸς τὴν τομὴν ἣν καρδιῶν ζέσις μία.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Λουκίας, καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος.

Στίχοι

· Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία,

· Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον.

· Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων,

· Τιμὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης.

Στίχοι

· Τὴν Θεοδότην πρὸς ξίφος τεθηγμένον,

· Ποιεῖ πρόθυμον ἡ Θεόσδοτος χάρις.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων ἑκατὸν Μαρτύρων.

Στίχοι

· Δεκὰς δεκαπλὴ Μαρτύρων Αἰγυπτίων,

· Μιὰ κεφαλὰς τέμνεται προθυμία.



Εἰς τοὺς Ἁγίους Πηλέα καὶ Νεῖλον τοὺς Ἐπισκόπους.

Στίχοι

· Ἔπους ὁ Πηλεὺς ποῦ μέγας πρὸς Πηλέα;

· Νείλω συνεισβαίνοντα καὶ πυρὸς μέσον.



Εἰς τοὺς ἐν Παλαιστίνῃ Ν' Μάρτυρας.

Στίχοι

· Θεοφρονοῦντες ἄνδρες ἐξ εὐβουλίας,

· Πυρὸς καταφρονοῦσιν ἐξ εὐτολμίας.



Εἰς τὸν Ἁγιον Πατερμούθιον καὶ Ἠλίαν.

Στίχοι

· Πατερμούθιος ἐμπεσων τὴ καμίνω,

· Πρὸς ζῆλον ἴσον ὀτρύνει τὸν Ἠλίαν.



Τὴ αὐτὴ ἡμέρα, τῶν Ἁγίων Μαρτύρων Χαραλάμπους, Παντολέοντος καὶ τῆς συνοδίας αὐτῶν. Τελεῖται ἡ τούτων σύναξις, ἐν τῷ μαρτυρείω αὐτῶν, τῶ ὄντι ἐν τῷ Δευτέρω.

Στίχοι

· Χαίρων ὑπῆρχε πρὸς σφαγὴν Χαραλάμπης,

· Καὶ Παντολέων πρὸς μάχαιραν ἣν λέων.



Τὴ αὐτὴ ἡμέρα, τῶν Ἁγίων Ἱερομαρτύρων Ἡρακλείδου καὶ Μύρωνος Ἐπισκόπων Ταμάσου τῆς Κύπρου.

Στίχοι

· Πυρὰ τεθέντες Ἡρακλείδης καὶ Μύρων,

· Χριστῷ προσηνέχθησαν ὡς ὀσμὴ μύρου.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.