Σήμερον ἐξέλαμψε, φωτοειδὴς ὥσπερ ἥλιος, ὁ Σταυρός σου ὁ τίμιος, Χριστὲ στηριζόμενος, ἐν Κρανίου τόπῳ, τῷ δεδοξασμένῳ· καὶ ἀνυψούμενος Σωτήρ, ἐπὶ τὸ ὄρος σου τὸ πανάγιον, δηλοῖ ἐμφαντικώτατα, ὡς δι᾿ αὐτοῦ παντοδύναμε, τὴν ἡμῶν φύσιν ὕψωσας, οὐρανοῖς ὡς φιλάνθρωπος.
Ἀνήγγειλαν σήμερον, οἱ οὐρανοὶ ἀκατάληπτε, τοῖς ἀνθρώποις τὴν δόξαν σου· φαιδρῶς ἐξαστράψας γάρ, τοῦ Σταυροῦ ὁ τύπος, φέγγει ἀπροσίτῳ, τὴν μανιώδη καὶ σκληράν, τῶν θεοκτόνων γνώμην διήλεγξε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σταυρὸς ὁ πανάγιος, τὸ ἀκατάλυτον τρόπαιον, ἀπὸ γῆς φανερούμενον, σήμερον προέρχεται, ὥς περ κεκρυμμένος, θησαυρὸς πλουτίζων, τὴν οἰκουμένην ταῖς αὐγαῖς, τῆς παγκοσμίου αὐτοῦ χρηστότητος· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.