Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 14 Σεπτεμβρίου 2009

ΣΤΑΥΡΟΣ, Ο ΦΥΛΑΞ ΠΑΣΗΣ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ....ΘΕΙΑΣ ΑΞΙΩΣΟΝ ΔΟΞΗΣ...

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, Πιστῶν τὸ στήριγμα Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Σταυρὸς ὑψοῦται σήμερον, καὶ κόσμος ἁγιάζεται, ὁ γὰρ Πατρὶ συνεδρεύων, καὶ Πνεύματι τῶ Ἁγίω, ἐν τούτῳ χείρας ἁπλώσας, τὸν κόσμον ὅλον εἵλκυσας, πρὸς σήν Χριστὲ ἐπίγνωσιν, τοὺς οὖν εἰς σὲ πεποιθότας, θείας ἀξίωσον δόξης.