Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 14 Σεπτεμβρίου 2009

ΕΚΝΟΟΝ ΠΡΟΣΤΑΓΜΑ ΤΥΡΑΝΝΟΥ ΔΥΣΣΕΒΟΥΣ, ΛΑΟΥΣ ΕΚΛΟΝΗΣΕ, ΠΝΕΟΝ ΑΠΕΙΛΗΣ....

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβούς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς, ὅμως τρεῖς Παίδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πύρ βρόμιον, ἀλλ' ἀντηχοῦντι δροσοβόλω πνεύματι, πυρὶ συνόντες ἔψαλλον, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς, φθορὰ παρώκησε, ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς, ὅλω τῶ γένει σωματοφθορος τίς, ὡς λύμη τῆς νόσου μετέδωκεν, ἀλλ' εὐρηκότες γηγενεῖς ἀνάκλησιν, Σταυροῦ τὸ ξύλον κράζομεν, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον ἤνεγκε θάνατον βροτοίς, τὸ μὴ εὐκαίρως μεταληφθέν, ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ, ἐντεῦθεν ζωῆς τὸ ξύλον εἵργετο, ὁ νυκτιλόχου δυσθανοὺς ἠνέωξεν, εὐγνωμοσύνης κράζοντος, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ, ὁ γενησόμενον, βλέπων, Ἰσραήλ, τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν, οὗτος γὰρ τοίς βασιλεύσι, τροπαιοῦχον καύχημα, καὶ φῶς τοὶς πίστει κράζουσιν, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.